Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.287 Joseph. AJ 16.292 (English) >>Joseph. AJ 16.297

16.290τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφʼ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται. 16.291γράφει δὲ καὶ Σύλλαιος ὑπὲρ τούτων τοῖς Ἄραψιν. οἱ δʼ ἐπαρθέντες οὔτε τῶν λῃστῶν ὅσοι διέφυγον ἐξεδίδοσαν οὔτε τὰ χρήματα διευλύτουν, νομάς τε ἃς ἐκείνου μισθωσάμενοι διακατεῖχον ἀμισθὶ ταύταις ἐχρῶντο, τεταπεινωμένου τοῦ τῶν Ἰουδαίων βασιλέως διὰ τὴν ὀργὴν τοῦ Καίσαρος. 16.292ἐπιτίθενται δὲ τῷ καιρῷ καὶ οἱ τὴν Τραχωνῖτιν ἔχοντες τῆς τῶν Ἰδουμαίων φρουρᾶς κατεξαναστάντες καὶ λῃστηρίοις χρώμενοι μετὰ τῶν Ἀράβων, οἳ ἐλεηλάτουν τὴν ἐκείνων χώραν οὐκ ἀπὸ ὠφελείας μόνον, ἀλλὰ καὶ μνησικακίας χαλεπώτεροι τὰς ἀδικίας ὄντες. 16.293

Ἡρώδης δὲ ταῦτα πάντα φέρων ἠνείχετο μεταβεβληκυίας αὐτῷ τῆς παρρησίας, ἣν εἶχε διὰ Καίσαρα, καὶ τὸ μεῖζον ἀφῄρητο τοῦ φρονήματος· οὐδὲ γὰρ πέμψαντος αὐτοῦ πρεσβείαν ἀπολογησομένην Καῖσαρ ἠνέσχετο, πάλιν δὲ τοὺς συνελθόντας ἀπράκτους ἀνέπεμψεν. 16.294ἦν δʼ οὖν ἐπὶ τούτοις ἀθυμία καὶ δέος, τε Σύλλαιος οὐ μετρίως ἐλύπει πιστευθείς τε καὶ παρὼν ἐν τῇ Ῥώμῃ, τότε δὲ καὶ μειζόνων ἁπτόμενος· μὲν γὰρ Ὀβόδας ἐτεθνήκει, παραλαμβάνει δὲ τὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας μετονομασθεὶς αὖθις Ἀρέτας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.287 Joseph. AJ 16.292 (English) >>Joseph. AJ 16.297

Powered by PhiloLogic